Ancient Greek
Book 3, Chapter 14
Herodian, Ab excessu divi Marci 3.14.5
Not analysed yet
πρὸς τὰ προημαρτημένα. ὁ δὲ Σἑ̣?ʼῆρος διατριβάς τε χρόνου ζητῶν, ὡς ἂν μὴ πάλιν ἐς τὴν Ῥώμην ἐπείγοιτο, ἔτι δὲ καὶ βουλόμενος προσκτήσασθαι τὴν κατὰ Βρεττανῶν νίκην τε καὶ προσηγορίαν, τοὺς μὲν πρέσβεις αὐτῶν ἀπράκτους ἀπέπεμψεν, εὐτρέπιζε δὲ τὰ πρὸς τὴν μάχην. μάλιστα δὲ γεφύραις ἐπειρᾶτο διαλαμβάνειν τὰ ἑλώδη χωρία, ὡς ἂν ἐπ’ ἀσφαλοῦς βαίνοντες οἱ στρατιῶται ῥᾳδίως τε αὐτα διατρέχοιεν καὶ ἐπ’ ὀχυροῦ βήματος ἑδραίως ἑστῶτες μάχοιντο.