Ancient Greek
3.14.6 to 3.14.7
Herodian, Ab excessu divi Marci 3.14.6-7
Not analysed yet
τὰ γὰρ πλεῖστα τῆς Βρεττανῶν χώρας ἐπικλυζόμενα ταῖς τοῦ ὠκεανοῦ συνεχῶς ἀμπώτισιν ἑλώδη γίνεται: οἷς ἔθος τοῖς μὲν βαρβάροις ἐννήχεσθαί τε καὶ διαθεῖν βρεχομένοις μέχρις ἰξύων: γυμνοὶ γὰρ ὄντες τὰ πλεῖστα τοῦ σώματος τῆς ἰλύος καταφρονοῦσιν. οὐδὲ γὰρ ἐσθῆτος ἴσασι χρῆσιν, ἀλλὰ τὰς μὲν λαπάρας καὶ τοὺς τραχήλους κοσμοῦσι σιδήρῳ, καλλώπισμα τοῦτο καὶ πλούτου σύμβολον νομίζοντες ὥσπερ τὸν χρυσὸν οἱ λοιποὶ βάρβαροι, τὰ δὲ σώματα στίζονται γραφαῖς ποικίλαις καὶ ζῴων παντοδαπῶν εἰκόσιν: ὅθεν οὐδ̓ ἀμφιέννυνται, ἵνα μὴ σκέπωσι τοῦ σώματος τὰς γραφάς.