Ancient Greek
Book 3, Chapter 15
Herodian, Ab excessu divi Marci 3.15.6
Not analysed yet
ὑπηρεσίαν καὶ εὔνοιαν παρείχοντο. ὁ δὲ Ἀντωνῖνος, ἐπεὶ μὴ προεχώρει αὐτῷ τὰ τῶν στρατοπέδων, σπεισάμενος πρὸς τοὺς βαρβάρους, δούς τε εἰρήνην τά τε πιστὰ λαβών, ἐξῄει τε τῆς βαρβάρου πρός τε τὸν ἀδελφὸν ἤδη καὶ τὴν μητέρα ἠπείγετο. ὡς δὲ κατὰ τὸ αὐτὸ ἐγένοντο, συνάγειν αὐτοὺς ἡ μήτηρ ἐπειρᾶτο καὶ οἱ ἐν ἀξιώσει ὄντες καὶ σύνεδροι πατρῷοι φίλοι.