Ancient Greek
3.15.1 to 3.15.5
Herodian, Ab excessu divi Marci 3.15.1-5
Not analysed yet
τὸν δὲ Σἑ̣?ʼῆρον γηραιὸν ὄντα ἤδη νόσος ἐπιμηκεστέρα καταλαμβάνει, ὅθεν αὐτὸς μὲν ἠναγκάζετο μένειν οἴκοι, τὸν δὲ Ἀντωνῖνον ἐπειρᾶτο ἐκπέμπειν διοικήσοντα τὰ στρατιωτικά. ὁ δὲ Ἀντωνῖνος τῶν μὲν πρὸς τοὺς βαρβάρους μετρίως ἐφρόντιζεν, ἐπειρᾶτο δὲ οἰκειοῦσθαι τὰ στρατεύματα, καὶ πάντας ἀνέπειθεν ἐς αὑτὸν βλέπειν μόνον, ἐμνᾶτό τε παντὶ τρόπῳ τὴν μοναρχίαν, διαβάλλων τὸν ἀδελφόν. ὁ δὲ πατὴρ ἐπὶ πολὺ νοσῶν καὶ πρὸς τὸν θάνατον βραδύνων ἐπαχθὴς αὐτῷ καὶ ὀχληρὸς ἐφαίνετο: ἀνέπειθέ τε ἰατροὺς καὶ ὑπηρέτας κακουργῆσαί τι περὶ τὴν θεραπείαν τοῦ γέροντος, ὡς ἂν θᾶττον αὐτοῦ ἀπαλλαγείη. πλὴν ἀλλὰ μόλις ποτὲ Σἑ̣?ʼῆρος, λύπῃ τὸ πλεῖστον διαφθαρείς, ἀνεπαύσατο τοῦ βίου, ἐνδοξότατα βιώσας, ὅσον πρὸς τὰ πολεμικά, τῶν πώποτε βασιλέων: οὔτε γὰρ ἐμφύλια κατ̓ ἐχθρῶν οὔτε ξένα κατὰ βαρβάρων τοσαῦτά τις πρὸ αὐτοῦ ἤγειρε τρόπαια. βασιλεύσας δὲ ὀκτωκαίδεκα ἔτεσιν ἐπὶ παισὶ νεανίαις διαδόχοις ἀνεπαύσατο, χρήματά τε αὐτοῖς καταλιπὼν ὅσα μηδεὶς πώποτε, καὶ δύναμιν στρατιωτῶν ἀνανταγώνιστον. ὁ δὲ Ἀντωνῖνος τοῦ πατρὸς ἀποθανόντος λαβόμενος ἐξουσίας, εὐθὺς ἀφ̓ ἑστίας πάντας φονεύειν ἤρξατο, τούς τε ἰατροὺς ἀνελών, οἳ μὴ ὑπήκουσαν αὐτῷ κελεύσαντι κακουργῆσαι καὶ τὸν θάνατον ἐπεῖξαι τοῦ γέροντος, τούς τε τροφεῖς αὑτοῦ καὶ τοῦ ἀδελφοῦ, ἐπειδὴ προσέκειντο λιπαροῦντες αὐτὸν ὑπὲρ ὁμονοίας: οὐδένα δὲ εἴασε περιγενέσθαι τῶν ἐν τιμῇ γενομένων ἢ θεραπείᾳ τοῦ γέροντος. ἰδίᾳ τε δώροις καὶ μεγάλαις ὑποσχέσεσι τοὺς τῶν στρατοπέδων ἡγουμένους ἐθεράπευεν, ὅπως ἀναπείσειαν τὸν στρατὸν ἀποδεῖξαι μόνον αὐτοκράτορα, καὶ πᾶσαν μηχανὴν κατὰ τοῦ ἀδελφοῦ ἐζήτει. οὐ μὴν ἔπειθε τὸ στρατιωτικόν: μεμνημένοι δὲ τοῦ Σἑ̣?ʼήρου, καὶ ὅτι ἀμφοτέρους ἴσους δὴ ἐκ παίδων παραθρέψειαν, ἴσην αὐτοῖς