Ancient Greek
Book 3, Chapter 2
Herodian, Ab excessu divi Marci 3.2.2
Not analysed yet
διαβαίνειν. ὁ δὲ τῆς Ἀσίας ἡγούμενος Αἰμιλιανός, ᾧ τὴν πρόνοιαν καὶ στρατηγίαν ὁ Νίγρος ἐγκεχειρίκει, μαθὼν ἐπιόντα τὸν τοῦ Σἑ̣?ʼήρου στρατὸν τὴν ἐπὶ Κύζικον καὶ αὐτὸς ἐτράπετο, ἄγων τε στρατιὰν πᾶσαν, ἣν αὐτὸς συνείλεκτο καὶ ἣν ὁ Νίγρος ἐπεπόμφει. ὡς δὲ συνέβαλεν ἑκατέρωθεν τὰ στρατεύματα, μάχαι καρτεραὶ γίνονται κατ̓ ἐκεῖνα τὰ χωρία, καὶ κρατεῖ τὸ Σἑ̣?ʼήρου στράτευμα, φυγή τε καὶ τροπὴ καὶ φόνος πολὺς τῶν τοῦ Νίγρου στρατιωτῶν γίνεται, ὡς τῶν μὲν ἀνατολικῶν εὐθέως θραῦσαι τὴν ἐλπίδα, τῶν δὲ Ἰλλυριῶν ἐπιρρῶσαι.