Ancient Greek · ~2 min
Book 3, Chapter 2
Herodian, Ab excessu divi Marci 3.2.3
Not analysed yet
φασὶ δέ τινες προδοθέντα τὰ τοῦ Νίγρου πράγματα ὑπὸ Αἰμιλιανοῦ εὐθέως ἐν ἀρχῇ διαφθαρῆναι. διττὴν δὲ λέγουσι τῆς τοιαύτης προαιρέσεως τοῦ Αἰμιλιανοῦ τὴν αἰτίαν: οἳ μὲν γὰρ φθονοῦντα τῷ Νίγρῳ ἐπιβουλεῦσαι, ἀγανακτοῦντα ὅτι δὴ διάδοχος αὐτοῦ γενόμενος τῆς ἐν Συρίᾳ ἀρχῆς ἔμελλεν ἔσεσθαι κρείττων ἅτε βασιλεὺς καὶ δεσπότης, οἳ δέ φασιν αὐτὸν ἀναπεισθῆναι ὑπὸ τῶν παίδων ἐπιστειλάντων καὶ δεηθέντων ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, οὓς ἐν τῇ Ῥώμῃ εὑρὼν ὁ Σἑ̣?ʼῆρος συλλαβὼν εἶχεν ἐν φρουρᾷ. ἐχρήσατο γὰρ καὶ τούτῳ σοφίσματι προμηθεστάτῳ.