Ancient Greek · ~1 min
Book 3, Chapter 2
Herodian, Ab excessu divi Marci 3.2.4
Not analysed yet
ἔθος ἦν τῷ Κομμόδῳ κατέχειν τοὺς παῖδας τῶν ἐς τὰ ἔθνη πεμπομένων ἡγεμόνων, ὡς ἔχοι ὅμηρα τῆς τε εὐνοίας αὐτῶν καὶ τῆς πίστεως. εἰδὼς τοίνυν τοῦτο ὁ Σἑ̣?ʼῆρος, ἅμα τῷ βασιλεὺς ἀναδειχθῆναι, καὶ τοῦ Ἰουλιανοῦ ἔτι περιόντος, πέμψας λάθρᾳ διὰ φροντίδος ἔσχε τοὺς παῖδας αὑτῷ τῆς Ῥώμης ἐκκλαπέντας