Ancient Greek · ~2 min
Book 3, Chapter 3
Herodian, Ab excessu divi Marci 3.3.7
Not analysed yet
κρημνῷ. ἤδη δὲ τῶν μὲν τοῦ Σἑ̣?ʼήρου ἀπειρηκότων, τῶν δὲ ἐναντίων ἀμέριμνον ἔχειν τὴν φρουρὰν οἰομένων, νύκτωρ αἰφνιδίως ὄμβρων μεγίστων καταρραγέντων χιόνος τε πολλῆς ʽδυσχείμερος γὰρ πᾶσα ἡ Καππαδοκία, ἐξαιρέτως δὲ ὁ Ταῦροσ̓ μέγας καὶ σφοδρὸς χειμάρρους καταραχθείς, ἐμποδισθέντος αὐτῷ τοῦ συνήθους δρόμου καὶ τοῦ ἐρύματος ἐπισχόντος τὸ ῥεῖθρον πολὺς καὶ βίαιος γενόμενος, τῆς τε φύσεως νικώσης τὴν τέχνην μὴ δυναμένου τοῦ τείχους ἀντέχειν τῷ ῥεύματι, διέστησε τῷ ὕδατι κατ̓ ὀλίγον αὐτοῦ τὰς ἁρμογάς, ἔστε δὴ ὑποχωρούντων τῶν θεμελίων τῷ ῥείθρῳ ἅτε διὰ σπουδῆς καὶ οὐ μετ̓ ἐπιμελείας κατασκευασθέντων πᾶν ὤφθη, τὸν δὲ τόπον