Ancient Greek · ~2 min
Book 3, Chapter 3
Herodian, Ab excessu divi Marci 3.3.8
Not analysed yet
ἀνοίξας ὁ χειμάρρους ὡδοποίησεν. ὅπερ ἰδόντες οἱ ἐπὶ τοῦ ἐρύματος φύλακες, φοβηθέντες μὴ κυκλωθεῖεν ἐκπεριελθόντων αὐτοὺς τῶν πολεμίων μετὰ τὴν τοῦ χειμάρρου ἀπόρροιαν μηκέτι ὄντος τοῦ κωλύοντος, καταλιπόντες τὴν φρουρὰν φεύγουσιν. ὁ δὲ τοῦ Σἑ̣?ʼήρου στρατὸς ἡσθεὶς τῷ γενομένῳ, τάς τε ψυχὰς ἐπιρρωσθεὶς ὡς προνοίᾳ θείᾳ ὁδηγούμενος, συνεὶς δὲ ἀποδεδρακότας τοὺς φύλακας, εὐμαρῶς τε καὶ ἀκωλύτως διαβὰς τὸν Ταῦρον ἐπὶ Κιλικίαν ἠπείγετο.