Ancient Greek
Book 3, Chapter 4
Herodian, Ab excessu divi Marci 3.4.4
Not analysed yet
συνέβη δὲ καὶ τῶν στρατοπέδων τοῦ Σἑ̣?ʼήρου τε καὶ τοῦ Νίγρου μὴ τὴν σύνοδον μόνον κατ̓ ἐκεῖνο γενέσθαι τὸ χωρίον, ἀλλὰ καὶ τὴν τύχην ὁμοίαν τῆς τύχης. ἀντιστρατοπεδευσάμενοι γὰρ ἑκατέρωθεν%5περὶ ἑσπέραν, πάσης τῆς νυκτὸς ἐν φροντίσιν ἑκάτεροι καὶ δέει διαγρηγορήσαντες, ἅμα ἡλίῳ ἀνίσχοντι ἐπ’ ἀλλήλους ἠπείγοντο, παρορμώντων ἑκατέρωθεν τῶν στρατηγῶν. προθυμίᾳ δὴ πάσῃ ἐνέπιπτον ὡς ὑπὲρ λοιπῆς καὶ τελευταίας ἐκείνης μάχης, κἀκεῖ τῆς τύχης