Ancient Greek
3.4.1 to 3.4.3
Herodian, Ab excessu divi Marci 3.4.1-3
Not analysed yet
ὁ δὲ Νίγρος μαθὼν τὰ συμβάντα, πολλὴν στρατιὰν ἀθροίσας, πλὴν ἄπειρον μάχης καὶ πόνων, μετὰ σπουδῆς τὴν πορείαν ἐποιεῖτο: πολὺ γάρ τι πλῆθος καὶ σχεδὸν πᾶσα ἡ νεολαία τῶν Ἀντιοχέων ἐς στρατείαν καὶ τὸν ὑπὲρ αὐτοῦ κίνδυνον ἐπέδωκεν αὑτήν. τὸ μὲν οὖν πρόθυμον τοῦ στρατοῦ ὑπῆρχεν αὐτῷ, τοῦ δὲ ἐμπείρου καὶ γενναίου πολὺ τῶν Ἰλλυριῶν ἀπέλειπον. συνέρχεται δὴ ἑκατέρωθεν ὁ στρατὸς ἐς τὸ κατὰ τὸν Ἰσσικὸν καλούμενον κόλπον πεδίον πλατύτατόν τε καὶ ἐπιμηκέστατον, ᾧ περίκειται μὲν λόφος ἐς θεάτρου σχῆμα, αἰγιαλὸς δὲ ἐπὶ θαλάσσης μέγιστος ἐκτείνεται, ὥσπερ τῆς φύσεως εἰργασμένης στάδιον μάχης. ἐκεῖ φασὶ καὶ Δαρεῖον Ἀλεξάνδρῳ τὴν ὑστάτην καὶ μεγίστην μάχην συμβαλόντα ἡττηθῆναί τε καὶ ἁλῶναι, τῶν ἀπὸ τῶν ἀρκτῴων μερῶν καὶ τότε τοὺς ἀνατολικοὺς νενικηκότων. μένει δὲ ἔτι νῦν τρόπαιον καὶ δεῖγμα τῆς νίκης ἐκείνης, πόλις ἐπὶ τοῦ λόφου Ἀλεξάνδρεια καλουμένη, ἄγαλμά τε χαλκοῦν οὗ τὴν προσηγορίαν ὁ τόπος φέρει.