Ancient Greek · ~2 min
Book 3, Chapter 4
Herodian, Ab excessu divi Marci 3.4.6
Not analysed yet
ὁ δὲ Νίγρος ἵππῳ γενναίῳ ἐποχούμενος φεύγει μετ̓ ὀλίγων, ἔς τε τὴν Ἀντιόχειαν ἀφικνεῖται. καταλαβὼν δὲ φεύγοντα τὸν λοιπὸν δῆμον, εἴ τέ τις καταλέλειπτο, οἰμωγήν τε καὶ πένθος ἐν τῇ πόλει παῖδάς τε καὶ ἀδελφοὺς θρηνούντων, γενόμενος ἐν ἀπογνώσει καὶ αὐτὸς ἐκ τῆς Ἀντιοχείας ἀποδιδράσκει. καὶ ἔν τινι προαστείῳ κρυπτόμενος, εὑρεθείς τε ὑπὸ τῶν διωκόντων ἱππέων καὶ συλληφθεὶς τὴν κεφαλὴν ἀπετμήθη.