Ancient Greek
Book 3, Chapter 4
Herodian, Ab excessu divi Marci 3.4.7
Not analysed yet
τέλει μὲν δὴ τοιούτῳ ὁ Νίγρος ἐχρήσατο, μελλήσεως καὶ βραδυτῆτος δοὺς δίκας, τὰ ἄλλα, ὥς φασι, γενόμενος μὴ φαῦλος ἄνθρωπος, μήτε ἄρχων μήτε ἰδιώτης: ὁ δὲ Σἑ̣?ʼῆρος καθελὼν τὸν Νίγρον, τοὺς μὲν φίλους αὐτοῦ, καὶ εἴ τινες οὐ μόνον ἐκ προαιρέσεως ἀλλὰ δἰ ἀνάγκης προσέθεντο αὐτῷ, πάντας ἀφειδῶς ἐκόλασε, τοὺς δὲ στρατιώτας, ὅσοι διαδεδράκεσαν, πυνθανόμενος περαιουμένους τὸν Τίγριδα ποταμὸν διά τε τὸ ἐκ Σἑ̣?ʼήρου δέος ἀπιόντας πρὸς τοὺς βαρβάρους, οὐ πάντας ἤγαγε δοὺς ἀμνηστίαν.