Ancient Greek · ~2 min
3.5.7 to 3.5.8
Herodian, Ab excessu divi Marci 3.5.7-8
Not analysed yet
ἦθος μάλιστα ἐκ τῶν ἔργων ἐδηλοῦτο. διὰ ταῦτα ὁ Ἀλβῖνος καὶ φρουρᾷ μείζονι ἔφραττεν ἑαυτόν: οὐδὲ γάρ τις αὐτῷ τῶν ἀπὸ τοῦ Σἑ̣?ʼήρου ἀφικνουμένων ἄλλως προσῄει, εἰ μὴ πρότερον ἀποθέμενος ὅπερ περιέκειτο ξίφος στρατιωτικόν, ἐρευνηθῆναι μή τι φέροι ὑπὸ κόλπον. ὡς δ̓ οὖν ἀφίκοντο οἱ τοῦ Σἑ̣?ʼήρου ἀγγελιαφόροι, τά τε γράμματα δημοσίᾳ ἀποδόντες ἠξίουν αὐτὸν ἀποστάντα ἐπακοῦσαι τινῶν ἀπορρήτων, ὑποπτεύσας ὁ Ἀλβῖνος συλληφθῆναι κελεύει αὐτούς, ἰδίᾶ τε βασανίσας πᾶσαν μανθάνει τὴν ἐπιβουλήν. καὶ τοὺς μὲν κολάζει, αὐτὸς δὲ ἤδη ὡς πρὸς ὁμολογούμενον