Ancient Greek · ~3 min
3.6.1 to 3.6.3
Herodian, Ab excessu divi Marci 3.6.1-3
Not analysed yet
ἐχθρὸν παρεσκευάζετο. γνοὺς δὲ ταῦτα ὁ Σἑ̣?ʼῆρος, καὶ πάντα μὲν ἐκθύμως πράττων, ὀργῆς δὲ ἥττων ὢν φύσει, οὐκέτι τὴν ἔχθραν ἔκρυπτεν, ἀλλὰ συγκαλέσας πᾶν τὸ στρατιωτικὸν ἔλεξε πρὸς αὐτοὺς τοιάδε. μήτε κουφότητά τις ἢ μετάνοιαν ἐπὶ τοῖς πεπραγμένοις ἡμῖν ἐγκαλείτω, μήτ̓ ἄπιστον ἢ ἀγνώμονα πρὸς τὸν νομισθέντα φίλον ἡγείσθω. τὰ μὲν γὰρ παῤ ἡμῶν πάντα ὑπῆρξεν αὐτῷ, βεβαίας βασιλείας κοινωνίᾳ, πράγματος οὗ μόλις τις καὶ ἀδελφοῖς γνησίοις μεταδίδωσιν: ὃ δὲ ἐμοὶ μόνῳ ὑμεῖς ἐχειροτονήσατε, τοῦτ̓ ἐγὼ πρὸς ἐκεῖνον ἐνειμάμην. μεγάλων τέ μοι κατατεθεισῶν ἐς αὐτὸν εὐεργεσιῶν ἀχαρίστους τὰς ἀμοιβὰς Ἀλβῖνος ἀποδίδωσιν. ὅπλα καὶ στρατὸν ἐφ̓ ἡμᾶς συσκευάζεται, καταφρονήσας μὲν τῆς ὑμετέρας ἀνδρείας, ἀμελήσας δὲ τῆς πρὸς ἐμὲ πίστεως, ἀπλήστῳ τε ἐπιθυμίᾳ βουλόμενος λαβεῖν μετὰ κινδύνων οὗ τὸ μέρος εἶχεν ἄνευ πολέμου καὶ μάχης, οὔτε θεοὺς αἰδεσθείς, οὓς πολλάκις ὤμοσεν, οὔτε τῶν ὑμετέρων καμάτων φεισάμενος, οὓς μετὰ τοσαύτης