Ancient Greek · ~6 min
3.6.5 to 3.6.9
Herodian, Ab excessu divi Marci 3.6.5-9
Not analysed yet
ἰσοτίμου φιλοτιμίας ἐς αὑτὸν ἀνθεῖλκεν: Ἀλβῖνος δὲ σπονδῶν καὶ ὅρκων καταφρονήσας, καὶ τούτου παῤ ἐμοῦ τυχὼν οὗ μόνῳ τις υἱῷ γνησίῳ μεταδίδωσιν, ἐχθρὸς μὲν ἀντὶ φίλου πολέμιος δὲ ἀντὶ οἰκείου γενέσθαι προῄρηται. ὥσπερ δὲ αὐτὸν εὐεργετοῦντες πρότερον τιμῇ καὶ δόξῃ ἐκοσμήσαμεν, οὕτω καὶ νῦν αὐτοῦ τὸ ἄπιστον καὶ ἄνανδρον τοῖς ὅπλοις ἐλέγξωμεν. οὐδὲ γὰρ ὑπομενεῖ ὁ ἐκείνου στρατὸς ὀλίγος ὢν καὶ νησιώτης τὴν ὑμετέραν δύναμιν. οἳ γὰρ μόνοι καὶ καθ̓ αὑτοὺς προθυμίᾳ καὶ ἀνδρείᾳ τοσαύταις μάχαις ἐνικήσατε καὶ πᾶσαν ἀνατολὴν ὑπετάξατε, πῶς οὐχὶ καὶ νῦν, προσελθούσης ὑμῖν τοσαύτης συμμάχου δυνάμεως, σχεδόν τε παντὸς τοῦ Ῥωμαίων στρατοῦ ἐνταῦθα ὄντος, ῥᾷστα κρατήσετε ὀλίγων τε ὄντων καὶ μηδὲ ὑπὸ γενναίῳ καὶ νήφοντι ἀνδρὶ στρατηγουμένων; τίς γὰρ αὐτοῦ τὸ ἁβροδίαιτον οὐκ οἶδεν, ὡς χοροῖς αὐτοῦ μᾶλλον ἁρμόζειν τὸν βίον ἢ φάλαγξιν; ἴωμεν οὖν τῇ συνήθει χρώμενοι προθυμίᾳ τε καὶ ἀνδρείᾳ γενναίως ἐπ’ αὐτόν, θεούς τε ἔχοντες βοηθούς, ἐς οὓς ἐπιορκήσας ἠσέβησε, τρόπαιά τε ἃ πολλάκις ἠγείραμεν, ὧν ἐκεῖνος κατεφρόνησεν. τοιαῦτά τινα εἰπόντος τοῦ Σἑ̣?ʼήρου ὁ στρατὸς ἅπας τὸν μὲν Ἀλβῖνον πολέμιον ἀνηγόρευσεν, εὐφημήσαντες δὲ τὸν Σἑ̣?ʼῆρον, πᾶσάν τε προθυμίαν διὰ τῆς βοῆς ὑποσχόμενοι, ἔτι καὶ μᾶλλον παρώρμησαν αὐτὸν ἀγαθάς τε ὑπέφηναν τὰς ἐλπίδας. ὃ δὲ ἐπιδοὺς αὐτοῖς μεγαλοφρόνως δωρεάς, τῆς ἐπὶ τὸν Ἀλβῖνον ὁδοῦ εἴχετο. ἔπεμψε δὲ καὶ τοὺς τὸ Βυζάντιον πολιορκήσοντας: ἔμενε γὰρ ἔτι κεκλεισμένον, τῶν στρατηγῶν τοῦ Νίγρου ἐκεῖσε καταφυγόντων. ὅπερ ἑάλω ὕστερον λιμῷ, πᾶσά τε ἡ πόλις κατεσκάφη, καὶ θεάτρων τε καὶ λουτρῶν παντός τε κόσμου καὶ τιμῆς ἀφαιρεθὲν τὸ Βυζάντιον κώμη δουλεύειν Περινθίοις δῶρον ἐδόθη, ὥσπερ καὶ Ἀντιόχεια Λαοδικεῦσιν. ἔπεμψε δὲ καὶ χρήματα πλεῖστα ἐς ἀνοικισμὸν τῶν