Ancient Greek · ~2 min
Book 3, Chapter 6
Herodian, Ab excessu divi Marci 3.6.4
Not analysed yet
δόξης τε καὶ ἀρετῆς ὑπὲρ ἡμῶν ἐκάμετε. ἐν γὰρ οἷς κατωρθώσατε, κἀκεῖνος τὸ μέρος ἐκαρποῦτο: ἔσχε δ̓ ἄν τι καὶ μεῖζον, εἰ καὶ τὸ πιστὸν ἐτήρει, τῆς ἀμφοτέροις ἡμῖν παῤ ὑμῶν μεμερισμένης τιμῆς. ὥσπερ δὲ ἄδικον τὸ ἄρχειν ἔργων πονηρῶν, οὕτως ἄνανδρον τὸ μὴ ἀμύνεσθαι προαδικούμενον. καὶ Νίγρῳ μὲν πολεμοῦντες οὐχ οὕτως εὐλόγους εἴχομεν αἰτίας ἔχθρας ὡς ἀναγκαίας: οὐ γὰρ παῤ ἡμῖν προϋπάρχουσαν ἀρχὴν ὑφαρπάζων μεμίσητο, ἐν μέσῳ δὲ ἐρριμμένην καὶ ἀμφήριστον οὖσαν ἑκάτερος ἡμῶν ἐξ