Ancient Greek
Book 3, Chapter 7
Herodian, Ab excessu divi Marci 3.7.8
Not analysed yet
τάχει. μεγάλαι μὲν γὰρ καὶ αἱ Καίσαρος πρὸς Πομπήιον ἑκατέρωθεν στρατοπέδων Ῥωμαϊκῶν μάχαι, καὶ αὖ τοῦ Σεβαστοῦ πρὸς Ἀντώνιον ἢ τοὺς Πομπηίου παῖδας, εἴ τέ τι πρότερον Σύλλᾳ ἢ Μαρίῳ ἐν ἐμφυλίοις καὶ Ῥωμαϊκαῖς μάχαις ἢ ἄλλοις πέπρακται: ἕνα δὲ ἄνδρα τρεῖς καθελόντα βασιλέας ἤδη κρατοῦντας, καὶ τοῦ μὲν ἐν Ῥώμῃ στρατοῦ σοφίᾳ περιγενέσθαι καὶ τὸν ὄντα ἐν τῇ βασιλείῳ αὐλῇ καθῃρηκέναι, τὸν δὲ τῶν ἐν τῇ ἀνατολῇ κρατοῦντα πάλαι καὶ ὑπὸ Ῥωμαίων βασιλέα κληθέντα, τὸν δὲ ἐν Καίσαρος τιμῇ καὶ ἐξουσίᾳ γεγονότα χειρωσάμενον ἀνδρείᾳ, οὐκ ἔστιν ἄλλον ῥᾳδίως εἰπεῖν. τέλει μὲν δὴ τοιούτῳ ὁ Ἀλβῖνος ἐχρήσατο, πρὸς