Ancient Greek · ~3 min
3.8.1 to 3.8.2
Herodian, Ab excessu divi Marci 3.8.1-2
Not analysed yet
ὀλίγον ἀπολαύσας ὀλεθρίου τιμῆς: ὁ δὲ Σἑ̣?ʼῆρος θυμῷ καὶ ὀργῇ εὐθέως πρὸς τοὺς ἐν Ῥώμῃ φίλους αὐτοῦ ἐχρῆτο. καὶ πέμψας τὴν κεφαλὴν τοῦ Ἀλβίνου δημοσίᾳ ἀνασταυρωθῆναι κελεύει: γράμμασί τε τῷ δήμῳ τὴν νίκην ἑαυτοῦ δηλώσας ἐπὶ τέλει καὶ τοῦτο προσέθηκε, πεπομφέναι τὴν κεφαλὴν αὐτοῦ δημοσίᾳ περίοπτον, ἵνα αὐτὸς οἷόν περ ἐδείκνυεν αὑτοῦ τὸν θυμὸν ἴδῃ καὶ τὴν πρὸς ἐκείνους ὀργήν. διοικήσας δὲ τὰ κατὰ τὴν Βρεττανίαν καὶ διελὼν ἐς δύο ἡγεμονίας τὴν τοῦ ἔθνους ἐξουσίαν, τά τε κατὰ τὰς Γαλλίας, ὡς ᾤετο, ἄριστα διαθείς, πάντας τε τοὺς Ἀλβίνου φίλους εἴτε ἑκουσίως εἴθ̓ ὑπὸ ἀνάγκης αὐτῷ γνωρισθέντας φονεύσας, τάς τε οὐσίας αὐτῶν δημεύσας, ἐς τὴν Ῥώμην ἠπείγετο, ἄγων ἅπαντα τὸν στρατὸν