Ancient Greek · ~3 min
3.8.6 to 3.8.8
Herodian, Ab excessu divi Marci 3.8.6-8
Not analysed yet
διοικήσας δὲ ταῦτα, ὡς ᾤετο, ἄριστα, κατελθὼν ἐς τὴν σύγκλητον βουλήν, ἀνελθών τε ἐς τὸν βασίλειον θρόνον, πικρῶς κατηγόρησε τῶν Ἀλβίνου φίλων, ὧν μὲν ἐπιστολὰς προκομίζων ἀπορρήτους, ἃς ἐν τοῖς ἐκείνου ἀποθέτοις εὗρε γράμμασιν, οἷς δὲ δῶρα ὀνειδίζων πεμφθέντα ἐκείνῳ πολυτελέστερα: ἄλλοις δὲ ἄλλας ἐπιφέρων αἰτίας, τοῖς μὲν ἐξ ἀνατολῆς ἀνθρώποις φιλίαν Νίγρου τοῖς δ̓ ἐπὶ θάτερα γνῶσιν Ἀλβίνου, πάντας τοὺς ἐξέχοντας τότε τῆς συγκλήτου βουλῆς καὶ τοὺς κατὰ ἔθνη πλούτῳ ἢ γένει ὑπερέχοντας ἀφειδῶς ἀνῄρει, ὡς μὲν προσεποιεῖτο, χαλεπαίνων πρὸς ἐχθρούς, τὸ δ̓ ἀληθές, ὑπερβαλλούσης ἐν αὐτῷ φιλοχρηματίας: οὐδεὶς γοῦν βασιλέων οὕτω χρημάτων ἡττήθη. ὡς γὰρ καρτερίᾳ ψυχῆς καὶ ἀνεξικακίᾳ πόνων διοικήσει τε στρατιωτικῶν πραγμάτων οὐδενὸς τῶν ἐπαινουμένων ἀπελείπετο, οὕτως ἐν αὐτῷ ἐπλήθυνε τὸ φιλοχρήματον ἐξ ἀδικίας, φονῶν ἐκ τῆς τυχούσης αἰτίας. φόβῳ γοῦν