Ancient Greek · ~3 min
Book 3, Chapter 8
Herodian, Ab excessu divi Marci 3.8.9
Not analysed yet
ἦρξε μᾶλλον τῶν ἀρχομένων ἢ εὐνοίᾳ. τῷ μέντοι δήμῳ ἐπειρᾶτο ποιεῖν κεχαρισμένα: καὶ γὰρ θέας πολυτελεῖς καὶ παντοδαπὰς συνεχῶς ἐπετέλει, καὶ θυρίων ἑκατοντάδας ἀνεῖλε πολλάκις τῶν ἀπὸ πάσας γῆς ἡμετέρας τε καὶ βαρβάρου, νομάς τε μεγαλοφῥ̣?ʼνως ἐπεδίδου. ἐπετέλεσε δὲ καὶ ἐπινίκιον ἀγῶνα, τὁ̣?ʼς πανταχόθεν μούσης τε ὑποκριτὰς καὶ ἀνδρείας μαθ̣̔?ʼτὰς μεταπεμψάμενος. εἴδομεν δὲ ἐπ’ αὐτοῦ καὶ θἕ̣?ʼς τινῶν παντοδαπῶν θεαμάτων ἐν πᾶσι θεάτροις ὁμ̣̔?ʼ, ἱερουργίας τε καὶ παννυχίδας ἐπιτελεσθείσας ἐς μ̣̔?ʼστηρίων ζῆλον: αἰωνίους δὲ αὐτὰς ἐκάλουν οἱ τότε, ἀκούοντες τριῶν γενεῶν διαδραμουσῶν ἐπιτελεῖσθαι. κήρυκες γοῦν κατά τε τὴν Ῥώμην καὶ τὴν Ἰταλίαν διεφοίτων καλοῦντες ἥκειν καὶ θεάσασθαι πάντας ἃ μήτε εἶδον μήτε ὄψονται. οὕτως ὁ μεταξὺ χρόνος τῆς παρελθούσης ἑορτῆς καὶ τῆς μελλούσης ἐδηλοῦτο, πᾶσαν ἡλικίαν ἀνθρώπων ὑπερβαίνων.