Ancient Greek · ~4 min
4.2.9 to 4.2.11
Herodian, Ab excessu divi Marci 4.2.9-11
Not analysed yet
χέονται: οὔτε γὰρ ἔθνος οὔτε πόλις τις οὔτε τῶν ἐν ἀξιώσει ἢ τιμῇ ἔστιν ὃς μὴ δῶρα ταῦτα ὕστατα πέμπει φιλοτίμως ἐς τιμὴν τοῦ βασιλέως. ἐπὰν δὲ μέγιστον χῶμα ἀρθῇ τῶν ἀρωμάτων πᾶς τε ὁ τόπος πληρωθῇ, ἱππασία περὶ τὸ κατασκεύασμα ἐκεῖνο γίνεται, πᾶν τε τὸ ἱππικὸν τάγμα περιθεῖ κύκλῳ μετά τινος εὐταξίας καὶ ἀνακυκλώσεως πυρριχίῳ δρόμῳ καὶ ῥυθμῷ. ἅρματά τε περιέρχεται ὁμοίᾳ εὐταξίᾳ, φέροντα τοὺς ἐφεστῶτας ἠμφιεσμένους μὲν τὰς περιπορφύρους ἐσθῆτας, προσωπεῖα δὲ περικειμένους εἰκόνας ἔχοντα ὅσοι Ῥωμαίων ἐνδόξως ἐστρατήγησαν ἢ ἐβασίλευσαν. τούτων δὲ συντελεσθέντων λαβὼν λαμπάδα ὁ τὴν βασιλείαν διαδεξάμενος προσφέρει τῷ οἰκήματι, οἵ τε λοιποὶ πανταχόθεν πῦρ ἐπιτιθέασι: πάντα δὲ ῥᾷστα ἀνάπτεται εὐμαρῶς ὑπὸ τοῦ πυρός, φρυγάνων τε πλήθους καὶ θυμιαμάτων ἐπινηθέντος. ἐκ δὲ τοῦ τελευταίου καὶ βραχυτάτου κατασκευάσματος, ὥσπερ ἀπό τινος ἐπάλξεως, ἀετὸς ἀφίεται σὺν τῷ πυρὶ ἀνελευσόμενος ἐς τὸν αἰθέρα, ὃς φέρειν ἀπὸ γῆς ἐς οὐρανὸν τὴν τοῦ βασιλέως ψυχὴν πιστεύεται ὑπὸ Ῥωμαίων: καὶ ἐξ ἐκείνου μετὰ τῶν λοιπῶν θεῶν θρησκεύεται.