Ancient Greek · ~6 min
4.3.1 to 4.3.5
Herodian, Ab excessu divi Marci 4.3.1-5
Not analysed yet
ταύτην δὴ τὴν τιμὴν ἐκθειάσαντες οἱ παῖδες τὸν πατέρα ἐπανῆλθον ἐς τὰ βασίλεια. ἐξ ἐκείνου δὲ ἐστασίαζον πρὸς ἀλλήλους, ἐμίσουν τε καὶ ἐπεβούλευον: πάντα τε ἔπραττεν ἑκάτερος πειρώμενος τὸν ἀδελφὸν ἀποσκευάσασθαι ἐς αὑτόν τε μόνον περιαγαγεῖν τὴν ἀρχήν. ἐμερίζοντο δὲ καὶ πάντων αἱ γνῶμαι, ὅσοι ἐν ἀξιώσει ἢ τιμῇ τινὶ ἦσαν κατὰ τὴν πόλιν: ἰδίᾳ γὰρ αὐτῶν ἑκάτερος ἐπέστελλέ τε λανθάνων καὶ ᾠκειοῦτο, μεγάλαις ὑποσχέσεσι πρὸς αὑτὸν ἀνθέλκων. καὶ τό γε πλεῖστον μέρος ἐς τὸν Γέταν ἔβλεπε: φαντασίαν γάρ τινα ἐπιεικείας ἐπεδείκνυτο, μέτριόν τε καὶ πρᾶον ἑαυτὸν τοῖς προσιοῦσι παρεῖχεν, ἐπιτηδεύμασί τε σπουδαιοτέροις ἐχρῆτο, προσιέμενός τε τοὺς ἐπὶ παιδείᾳ ἐπαινουμένους, ἐσπουδακώς τε περὶ παλαίστραν καὶ γυμνάσια ἐλεύθερα: χρηστός τε ὢν καὶ φιλάνθρωπος τοῖς συνοῦσι, φήμῃ καὶ δόξῃ ἀρίστῃ πλείους ἐς εὔνοιαν καὶ φιλίαν προυκαλεῖτο. ὁ δ̓ Ἀντωνῖνος ἐμβριθῶς τὰ πάντα καὶ θυμοειδῶς ἔπραττε, πολὺ δὲ ἀπάγων ἑαυτὸν τῶν προειρημένων στρατιωτικοῦ τε καὶ πολεμικοῦ βίου ἐραστὴς εἶναι προσεποιεῖτο: ὀργῇ τε πάντα πράττων, καὶ ἀπειλῶν μᾶλλον ἢ πείθων, φόβῳ καὶ οὐκ εὐνοίᾳ φίλους ἐκτᾶτο. ὡς στασιάζοντας δὲ τοὺς ἀδελφοὺς ἐν ἅπασιν οἷς ἔπραττον, μέχρι τῶν εὐτελεστάτων ἔργων, ἡ μήτηρ συνάγειν ἐπειρᾶτο. καί ποτε ἔδοξεν αὐτοῖς, ἵνα δὴ μὴ μένοντες ἐν τῇ Ῥώμῃ ἀλλήλοις ἐπιβουλεύοιεν, νείμασθαι τὴν ἀρχήν. συναγαγόντες δὴ τοὺς πατρῴους φίλους, τῆς τε μητρὸς παρούσης, ἠξίουν διαιρεθῆναι τὴν βασιλείαν, καὶ τὰ μὲν ὑπ’ Εὐρώπην πάντα ἔχειν τὸν Ἀντωνῖνον, τὴν δὲ ἀντικειμένην ἤπειρον