Ancient Greek · ~1 min
Book 4, Chapter 3
Herodian, Ab excessu divi Marci 4.3.9
Not analysed yet
μερισθείην. ταῦτα δὲ λέγουσα μετὰ δακρύων καὶ οἰμωγῆς, ἀμφοτέροις τε τὰς χεῖρας περιβάλλουσα καὶ ὑπὸ τὰς ἀγκάλας ἄγουσα, συνάγειν ἐπειρᾶτο. πάντας δὲ οἴκτου καταλαβόντος διελύθη τὸ συνέδριον, ἥ τε σκέψις ἀπεδοκιμάσθη, ἑκάτερός τε ἐς τὰ ἑαυτοῦ βασίλεια ἀνεχώρησε.