Ancient Greek · ~4 min
4.4.1 to 4.4.3
Herodian, Ab excessu divi Marci 4.4.1-3
Not analysed yet
τὸ δὲ μῖσος καὶ ἡ στάσις ηὔξετο. εἴτε γὰρ ἡγεμόνας ἢ ἄρχοντας ἔδει ποιεῖν, ἑκάτερος τὸν ἑαυτοῦ φίλον προάγειν ἤθελεν, εἴτε δικάζοιεν, τὰ ἐναντία ἐφρόνουν, ἐπ’ ὀλέθρῳ τῶν δικαζομένων ἔσθ̓ ὅτε: πλέον γὰρ ἦν παῤ αὐτοῖς τοῦ δικαίου τὸ φιλόνεικον. ἔν τε θεάμασι περὶ τὰ ἐναντία ἐσπούδαζον. πάντα τε εἴδη ἐπιβουλῆς ἐξήρτυον, οἰνοχόους τε καὶ ὀψοποιοὺς ἀνέπειθον ἐμβαλεῖν δηλητήρια φάρμακα. οὐ ῥᾳδίως δὲ αὐτῶν οὐδετέρῳ προεχώρει, ἐπειδὴ μετὰ πολλῆς ἐπιμελείας καὶ φρουρᾶς διῃτῶντο. τέλος δὲ μὴ φέρων ὁ Ἀντωνῖνος, ἀλλ̓ ὑπὸ τῆς περὶ τὴν μοναρχίαν ἐπιθυμίας ἐλαυνόμενος, διέγνω δρᾶσαί τι ἢ παθεῖν γενναῖον, διὰ ξίφους χωρήσας καὶ φόνου: μὴ προχωρούσης γὰρ τῆς λανθανούσης ἐπιβουλῆς ἀναγκαίαν ἡγήσατο τὴν κινδυνώδη τε καὶ ἀπεγνωσμένην . . . τῆς μὲν διὰ στοργὴν τοῦ δὲ δἰ ἐπιβουλήν. Γέτας μὲν δὴ καιρίως τρωθείς, προσχέας τὸ αἷμα τοῖς τῆς μητρὸς στήθεσι, μετήλλαξε τὸν βίον: ὁ δ̓ Ἀντωνῖνος κατεργασθέντος αὐτῷ τοῦ φόνου προπηδᾷ τοῦ δωματίου θέων, φερόμενός τε δἰ ὅλων τῶν