Ancient Greek
4.6.1 to 4.6.2
Herodian, Ab excessu divi Marci 4.6.1-2
Not analysed yet
εὐθὺς δὲ πάντες ἐφονεύοντο οἱ ἐκείνου οἰκεῖοί τε καὶ φίλοι, καὶ οἱ ὄντες ἐν τοῖς βασιλείοις ἔνθα ἐκεῖνος ᾤκει: ὑπηρέται τε πάντες ἀνῃροῦντο: οὐδέ τις ἦν φειδὼ ἡλικίας, οὐδὲ μέχρι νηπίων. τὰ δὲ πτώματα φερόμενα μεθ̓ ὕβρεως πάσης ἁμάξαις ἐπιτεθέντα καὶ ἔξω τῆς πόλεως κομισθέντα σωρηδὸν κατεπίμπρατο ἢ ὁπωσδὴ ἐρρίπτετο. οὐδεὶς δὲ περιεγένετο τῶν κἂν μετρίως ἐκείνῳ γνωσθέντων. ἀθληταὶ δὲ καὶ ἡνίοχοι ὑποκριταί τε πάσης μούσης καὶ ὀρχήσεως, πᾶν τε ὅπερ ἐκεῖνος δἰ ἡδονῆς ἔσχε θέαμα ἢ ἄκουσμα, διεφθείρετο. τῆς τε συγκλήτου βουλῆς ὅσοι γένει ἢ πλούτῳ ὑπερεῖχον, ἐπὶ βραχυτάταις ἢ οὐδ̓ ὑφεστώσαις αἰτίαις ἐκ τῆς τυχούσης διαβολῆς,