Ancient Greek · ~2 min
Book 4, Chapter 6
Herodian, Ab excessu divi Marci 4.6.3
Not analysed yet
ὡς ἐκείνου φίλοι, ἀνῃροῦντο. τήν τε Κομμόδου ἀδελφήν, πρεσβῦτιν ἤδη καὶ πρὸς πάντων βασιλέων ὡς Μάρκου θυγατέρα τετιμημένην, ἀπέκτεινεν, αἰτίαν ἐπαγαγὼν ὡς δακρυσάσῃ παρὰ τῇ μητρὶ αὐτοῦ ἐπὶ τῷ τοῦ παιδὸς φόνῳ. τήν τε γυναῖκα γενομένην ἑαυτοῦ, Πλαυτιανοῦ θυγατέρα, οὖσαν δὲ ἐν Σικελίᾳ, τόν τε ἀνεψιὸν αὑτοῦ Σἑ̣?ʼήρῳ τε ὁμώνυμον, καὶ τὸν Περτίνακος υἱόν, τῆς τε Κομμόδου ἀδελφῆς Λουκίλλης υἱόν, καὶ εἴ τι γένος ἦν βασιλικὸν ἢ ἐν συγκλήτῳ