Ancient Greek
Book 4, Chapter 8
Herodian, Ab excessu divi Marci 4.8.5
Not analysed yet
τούτου κομισθῆναι κελεύει τὸν νέκυν, ξύλων τε πολλῶν ἀθροισθῆναι πυράν: ἐπιθείς τε αὐτὸν ἐν μέσῳ καὶ παντοδαπὰ ζῷα κατασφάξας ὑφῆψέ τε, καὶ φιάλην λαβὼν σπένδων τε τοῖς ἀνέμοις εὔχετο. πάνυ τε ὢν ψιλοκόρσης, πλόκαμον ἐπιθεῖναι τῷ πυρὶ ζητῶν ἐγελᾶτο: πλὴν ὧν εἶχε τριχῶν ἀπεκείρατο. ἐπῄνει δὲ καὶ στρατηγῶν μάλιστα Σύλλαν τε τὸν Ῥωμαῖον καὶ Ἀννίβαν τὸν Λίβυν, ἀνδριάντας τε αὐτῶν καὶ εἰκόνας ἀνέστησεν.