Ancient Greek · ~5 min
4.8.6 to 4.8.9
Herodian, Ab excessu divi Marci 4.8.6-9
Not analysed yet
ἀπάρας δὲ τῆς Ἰλίου διά τε τῆς ἄλλης Ἀσίας καὶ Βιθυνίας τῶν τε λοιπῶν ἐθνῶν, κἀκεῖσε διοικήσας τὰ πρακτέα, ἐς τὴν Ἀντιόχειαν ἀφίκετο. ἐκεῖ τε ὑποδεχθεὶς πολυτελῶς καὶ διατρίψας χρόνου τινὸς ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐστέλλετο, πρόφασιν μὲν ποιούμενος ποθεῖν τὴν ἐπ’ Ἀλεξάνδρῳ κτισθεῖσαν πόλιν, καὶ τῷ θεῷ χρήσασθαι ὃν ἐκεῖνοι σέβουσιν ἐξαιρέτως: δύο γὰρ ταῦτα ὑπερβαλλόντως προσεποιεῖτο, τήν τε τοῦ θεοῦ θρησκείαν καὶ τὴν τοῦ ἥρωος μνήμην. ἑκατόμβας τε οὖν κελεύει παρασκευασθῆναι ἐναγισμούς τε παντοδαπούς. ὡς δὲ διηγγέλη τῷ τῶν Ἀλεξανδρέων πλήθει, φύσει μὲν ὄντι τὰς γνώμας κουφοτάτῳ καὶ ἐπὶ τοῖς βραχυτάτοις ῥᾷστα κινουμένῳ, τότε δ̓ ἐξεπτόηντο τὴν τοῦ βασιλέως σπουδήν τε καὶ εὔνοιαν πυνθανόμενοι. ὑποδοχὴ δὲ παρεσκευάζετο οἵαν μηδενὶ πώποτε βασιλεῖ γενέσθαι φασί: πάσης τε γὰρ μούσης ὄργανα πανταχοῦ διακείμενα ποικίλον ἦχον εἰργάζετο, ἀρωμάτων τε παντοδαπῶν καὶ θυμιαμάτων ἀτμίδες εὐωδίαν παρεῖχον ταῖς εἰσόδοις, δᾳδουχίαις τε καὶ ἀνθέων βολαῖς ἐτίμων τὸν βασιλέα. ὡς δὲ εἰσήλασεν ἐς τὴν πόλιν σὺν παντὶ τῷ στρατῷ πρῶτον μὲν ἐς τὸν νεὼν ἀνελθὼν πολλὰς ἑκατόμβας κατέθυσε λιβάνῳ τε τοὺς βωμοὺς ἐσώρευσεν, ἐκεῖθεν δ̓ ἐλθὼν ἐς τὸ Ἀλεξάνδρου μνῆμα, τήν τε χλαμύδα ἣν ἔφερεν ἁλουργῆ, δακτυλίους τε οὓς εἶχε λίθων τιμίων, ζωστῆράς τε καὶ εἴ τι πολυτελὲς ἔφερε, περιελὼν