Ancient Greek
6.1.6 to 6.1.8
Herodian, Ab excessu divi Marci 6.1.6-8
Not analysed yet
ἐς αἰσχρὰς ἐπιθυμίας. δικάζειν οὖν αὐτὸν ἔπειθε συνεχέστατα καὶ ἐπὶ πλεῖστον τῆς ἡμέρας, ὡς ἂν ἀσχολούμενος περὶ τὰ κρείττονα καὶ τῇ βασιλείᾳ ἀναγκαῖα μὴ ἔχοι καιρὸν ἐς τὸ ἐπιτηδεύειν τι τῶν ἁμαρτημάτων. ὑπῆρχε δέ τι καὶ φυσικὸν ἦθος πρᾶον καὶ ἥμερον τῷ Ἀλεξάνδρῳ ἔς τε τὸ φιλάνθρωπον πάνυ ἐπιρρεπές, ὡς ἐδήλωσε καὶ τῆς ἡλικίας προχωρούσης. ἐς τεσσαρεσκαιδέκατον γοῦν ἐλάσας τῆς βασιλείας ἔτος ἀναιμωτὶ ἦρξεν, οὐδέ τις εἰπεῖν ἔχει ὑπ’ ἐκείνου φονευθέντα. καίτοι τινῶν μεγίσταις αἰτίαις: ὑποπεσόντων, ὅμως ἐφείσατο ὡς μὴ φονεῦσαι, οὐ ῥᾳδίως τοῦτο ἄλλου βασιλέως τῶν καθ̓ ἡμᾶς ποιήσαντος ἢ παραφυλάξαντος μετὰ τὴν Μάρκου ἀρχήν. ὑπ’ Ἀλεξάνδρου δ̓ οὐκ ἄν τις εἰπεῖν ἔχοι ἢ μνημονεῦσαι ἐν ἔτεσι τοσούτοις ἀκρίτως φονευθέντα. ᾐτιᾶτο δὲ καὶ τὴν μητέρα καὶ πάνυ ἤσχαλλεν ὁρῶν αὐτὴν οὖσαν φιλοχρήματον καὶ περὶ τοῦτο ὑπερφυῶς ἐσπουδακυῖαν. προσποιουμένη γὰρ ἀθροίζειν αὐτὰ ἵνα ἔχοι τοῖς στρατιώταις ἀφθόνως καὶ ῥᾳδίως ὁ Ἀλέξανδρος χαρίζεσθαι, ἰδίᾳ ἐθησαύριζε: καὶ διέβαλλεν ἔσθ̓ ὅπῃ τοῦτο τὴν ἀρχήν, αὐτοῦ ἄκοντός τε καὶ ἀσχάλλοντος οὐσίας τινῶν καὶ κληρονομίας ἐξ ἐπηρείας ὑφαρπασάσης ἐκείνης.