Ancient Greek · ~2 min
Book 6, Chapter 1
Herodian, Ab excessu divi Marci 6.1.9
Not analysed yet
ἠγάγετο δ̓ αὐτῷ καὶ γυναῖκα τῶν εὐπατριδῶν, ἣν συνοικοῦσαν καὶ ἀγαπωμένην μετὰ ταῦτα τῶν βασιλείων ἐδίωξεν: ἐνυβρίζουσά τε καὶ βασίλισσα εἶναι θέλουσα μόνη, φθονοῦσά τε τῆς προσηγορίας ἐκείνῃ, ἐς τοσοῦτον προεχώρησεν ὕβρεως ὡς τὸν πατέρα τῆς κόρης, καίτοι ὑπ’ Ἀλεξάνδρου γαμβροῦ ὄντος πάνυ τιμώμενον, μὴ φέροντα τὴν Μαμμαίαν ἐνυβρίζουσαν αὑτῷ τε καὶ τῇ θυγατρὶ αὑτοῦ, φυγεῖν ἐς τὸ στρατόπεδον, τῷ μὲν Ἀλεξάνδρῳ χάριν εἰδότα ἐφ̓ οἷς ἐτιμᾶτο, τὴν δὲ Μαμμαίαν αἰτιώμενον ἐφ̓ οἷς ὑβρίζετο.