Ancient Greek · ~2 min
Book 6, Chapter 4
Herodian, Ab excessu divi Marci 6.4.4
Not analysed yet
ἔδοξε δὲ αὐτῷ πρεσβείαν πάλιν πέμψαι πρὸς τὸν Πέρσην καὶ περὶ εἰρήνης καὶ φιλίας διαλέγεσθαι: ἤλπιζε γὰρ αὐτὸν πείσειν ἢ φοβήσειν αὐτὸς παρών. ὁ δὲ βάρβαρος τοὺς μὲν πρέσβεις τῶν Ῥωμαίων ἀπέπεμψεν ἀπράκτους, αὐτὸς δὲ ἐπιλεξάμενος τετρακοσίους Περσῶν τοὺς μεγίστους, ἐσθῆσί τε πολυτελέσι καὶ χρυσῷ κεκοσμημένους ἵππων τε καὶ τόξων παρασκευῇ, πρέσβεις ἔπεμψε δὴ πρὸς τὸν Ἀλέξανδρον, καταπλήξειν οἰηθεὶς τοὺς Ῥωμαίους τῇ τε ὄψει καὶ τῷ