Ancient Greek
6.4.5 to 6.4.6
Herodian, Ab excessu divi Marci 6.4.5-6
Not analysed yet
σχήματι τῶν Περσῶν. ἔλεγε δ̓ ἡ πρεσβεία ὅτι δὴ κελεύει μέγας βασιλεὺς Ἀρταξέρξης ἀφίστασθαι Ῥωμαίους τε καὶ τὸν ἄρχοντα αὐτῶν Συρίας τε ἁπάσης Ἀσίας τε τῆς Εὐρώπῃ ἀντικειμένης, ἐᾶσαι δὲ ἄρχειν Πέρσας μέχρις Ἰωνίας τε καὶ Καρίας καὶ ὅσα Αἰγαίῳ καὶ Πόντῳ ἔθνη διαιρεῖται: εἶναι γὰρ αὐτὰ Περσῶν προγονικὰ κτήματα. τοιαῦτά τινα τῶν τετρακοσίων πρέσβεων ἀπαγγειλάντων, κελεύει ὁ Ἀλέξανδρος τοὺς τετρακοσίους συλληφθῆναι, καὶ παρελόμενος πάσης τῆς περικειμένης σκευῆς ἐς Φρυγίαν ἐξέπεμψε, δοὺς κώμας τε οἰκεῖν καὶ χώραν γεωργεῖν, τοσαύτην αὐτοῖς ἐπιθεὶς τιμωρίαν ὡς οἴκαδε μὴ ἐπανελθεῖν: ἀποκτεῖναι γὰρ ἀνόσιον καὶ οὐ πάνυ ἀνδρεῖον ἡγήσατο μήτε μαχομένους καὶ τὰ κελευσθέντα ὑπὸ τοῦ ἑαυτῶν δεσπότου ἀγγείλαντας.