Ancient Greek · ~2 min
Book 6, Chapter 8
Herodian, Ab excessu divi Marci 6.8.4
Not analysed yet
ἐς Γερμανοὺς ἐλθών. ὄντες οὖν καὶ ἄλλως πρὸς τὸ καινοτομεῖν ἐπιτήδειοι, καὶ τὸ μὲν παρὸν τῆς ἀρχῆς βαρὺ διὰ μῆκος ἐξουσίας ἡγούμενοι ἀκερδές τε ἤδη πάσης προανηλωμένης φιλοτιμίας, τὸ δὲ μέλλον καὶ προσιὸν ἔς τε τὸ κερδαλέον αὑτοῖς εὔελπι καὶ τῷ κτωμένῳ παρὰ προσδοκίαν τίμιόν τε καὶ περισπούδαστον, ἐβουλεύσαντο ἀποσκευάσασθαι μὲν τὸν Ἀλέξανδρον, ἀνειπεῖν δὲ αὐτοκράτορα καὶ σεβαστὸν τὸν Μαξιμῖνον, συστρατιώτην τε αὑτῶν ὄντα καὶ σύσκηνον, ἔς τε τὸν παρόντα πόλεμον δἰ ἐμπειρίαν καὶ ἀνδρείαν