Ancient Greek · ~4 min
6.8.5 to 6.8.8
Herodian, Ab excessu divi Marci 6.8.5-8
Not analysed yet
ἐπιτήδειον δοκοῦντα. ἀθροισθέντες οὖν ἐς τὸ πεδίον ὡπλισμένοι ὡς δὴ ἐπὶ τὰ συνήθη γυμνάσια, προελθόντα καὶ ἐπιστάντα αὐτοῖς τὸν Μαξιμῖνον, εἴτε ἀγνοοῦντα τὸ πραττόμενον εἴτε καὶ λάθρᾳ τοῦτο προκατασκευάσαντα, πορφύραν ἐπιβαλόντες βασιλικὴν αὐτοκράτορα ἀναγορεύουσιν. ὃ δὲ τὰ μὲν πρῶτα παρῃτεῖτο καὶ τὴν πορφύραν ἀπερρίπτει: ὡς δὲ ἐνέκειντο ξιφήρεις ἀποκτενεῖν ἀπειλοῦντες, τοῦ παρόντος κινδύνου τὸ μέλλον προελόμενος ἀνεδέξατο τὴν τιμήν, πολλάκις αὐτῷ πρότερον, ὡς ἔλεγε, χρησμῶν καὶ ὀνειράτων τὴν τοσαύτην τύχην προειρηκότων, εἰπὼν πρὸς τοὺς στρατιώτας ὅτι ἄκων μὲν καὶ οὐ βουλόμενος ἀναδέχεται, πειθόμενος τῇ ἐκείνων βουλήσει, παραγγέλλει δ̓ αὐτοῖς ἔργῳ βεβαιῶσαι τὰ δόξαντα ἀραμένους τε τὰ ὅπλα σπεύδειν ἐπιστῆναι τῷ Ἀλεξάνδρῳ ἀγνοοῦντι, τὴν φήμην φθάσαντας, ἵν̓ ἐκπλήξαντες τοὺς συνόντας ἐκείνῳ στρατιώτας καὶ φρουροὺς τοῦ σώματος ἢ πείσαιεν ὁμογνωμονῆσαι ἢ ῥᾷστα βιάσαιντο ἀπαρασκεύους τῷ μηδὲν προσδοκᾶν. ὡς δ̓ αὐτοὺς ἐς εὔνοιαν καὶ προθυμίαν πάνυ προεκαλέσατο, τά τε σιτηρέσια ἐπεδιπλασίασε, νομάς τε καὶ δόσεις μεγίστας ὑπέσχετο, τιμωρίας τε καὶ κηλῖδας πάσας αὐτοῖς ἀνῆκεν, ἐπί τε τὴν πορείαν ἐξήγαγεν: οὐ πολὺ δ̓ ἀφειστήκει τὸ χωρίον ἔνθα ἐσκήνου ὁ Ἀλέξανδρος καὶ οἱ σὺν αὐτῷ.