Ancient Greek · ~2 min
Book 6, Chapter 9
Herodian, Ab excessu divi Marci 6.9.3
Not analysed yet
ὑποσχόμενοι παντὶ σθένει προασπίσειν αὐτοῦ. τῆς νυκτὸς δὲ διαδραμούσης, κατὰ τὸ περίορθρον ἀγγειλάντων τινῶν ὅτι δὴ Μαξιμῖνος πρόσεισι κόνις τε πόρρωθεν ἐγειρομένη φαίνεται βοῆς τε ἦχος πλήθους ἐξακούεται, πάλιν προελθὼν ἐς τὸ πεδίον ὁ Ἀλέξανδρος, συγκαλέσας τε τοὺς στρατιώτας, ἐδεῖτο προμαχεῖν καὶ σώζειν ὃν ἀνεθρέψαντο καὶ ὑφ̓ ᾧ βασιλεύοντι τεσσαρεσκαίδεκα ἔτεσιν ἀμέμπτως βεβιώκεσαν, πάντας τε ἐς οἶκτον καὶ ἔλεον προκαλούμενος ὁπλίζεσθαι ἐκέλευσεν καὶ ἐξελθόντας ἀντιτάττεσθαι.