Ancient Greek · ~2 min
6.9.1 to 6.9.2
Herodian, Ab excessu divi Marci 6.9.1-2
Not analysed yet
ὡς δ̓ ἀπηγγέλη τὰ περὶ τοῦ Μαξιμίνου, ὁ Ἀλέξανδρος ἐν μεγίστῃ ταραχῇ γενόμενος καὶ τῷ παραδόξῳ τῆς ἀγγελίας ἐκπλαγείς, προπηδήσας τῆς βασιλείου σκηνῆς ὥσπερ ἐνθουσιῶν, δακρυρροῶν καὶ τρέμων τοῦ τε Μαξιμίνου ὡς ἀπίστου καὶ ἀχαρίστου κατηγόρει, πάσας τὰς ἐς ἐκεῖνον εὐεργεσίας κατατεθείσας πρὸς αὑτοῦ διηγούμενος, τούς τε νεανίας ᾐτιᾶτο ὡς προπετῶς καὶ ἐπιόρκως ταῦτα τετολμηκότας, δώσειν τε πάντα ὑπισχνεῖτο ὧν δέοιντο, καὶ ἐπανορθώσεσθαι εἴ τι μέμφοιντο. οἱ δὲ σὺν αὐτῷ στρατιῶται ἐκείνης τῆς ἡμέρας εὐφημήσαντες αὐτὸν παρέπεμψαν,