Ancient Greek
7.11.4 to 7.11.8
Herodian, Ab excessu divi Marci 7.11.4-8
Not analysed yet
πάντες γὰρ διὰ τὴν οὖσαν στάσιν τε καὶ ταραχήν, οἳ μὲν φανερῶς οἳ δὲ καὶ κρύβδην, ἐξιφηφόρουν, ἀμυντήρια δῆθεν φέροντες ἑαυτῶν διὰ τοὺς αἰφνιδίως ἐπιβουλεύοντας ἐχθρούς. τότε δὴ οἱ στρατιῶται πληγέντες καί πως ἀπροσδοκήτως προβαλεῖν οὐ δυνηθέντες πρὸ τοῦ βωμοῦ ἔκειντο. οἱ δὲ λοιποὶ στρατιῶται τοῦτο θεασάμενοι, ἐκπλαγέντες τῷ πάθει τῶν συστρατιωτῶν, φοβηθέντες τοῦ δήμου τὸ πλῆθος ἄνευ τε ὅπλων ὄντες ἔφυγον. ὁ δὲ Γαλλικανὸς ἐκδραμὼν τῆς συγκλήτου ἐς τὸν δῆμον μέσον, δεικνύς τε τὸ ξίφος καὶ τὴν χεῖρα ᾑμαγμένην, διεκελεύετο διώκειν καὶ φονεύειν τοὺς ἐχθροὺς μὲν συγκλήτου καὶ Ῥωμαίων φίλους δὲ καὶ συμμάχους Μαξιμίνου. ὁ δὲ δῆμος ῥᾷστα πεισθεὶς τὸν μὲν Γαλλικανὸν εὐφήμει, τοὺς δὲ στρατιώτας ὡς ἐδύναντο διώκοντες ἔβαλλον λίθοις. οἳ δὲ φθάσαντες, ὀλίγων τινῶν καὶ τρωθέντων, ἐς τὸ στρατόπεδον καταφυγόντες καὶ τὰς πύλας κλείσαντες, ὅπλα δὲ ἀναλαβόντες, ἐφρούρουν τὸ τεῖχος τοῦ στρατοπέδου. ὁ δὲ Γαλλικανὸς ἅπαξ τολμήσας ἔργον τηλικοῦτον, ἐμφύλιον πόλεμον καὶ ὄλεθρον μέγαν ἤγειρε τῇ πόλει. τάς τε γὰρ δημοσίας ἀποθήκας τῶν ὅπλων, εἴ τινες ἦσαν πρὸς πομπὴν μᾶλλον ἢ μάχην ἐπιτήδειοι, ἀναρρῆξαι τοὺς ὄχλους ἔπεισε, τό τε σῶμα ἕκαστον φράττεσθαι ὡς οἷός τε ἦν: τά τε τῶν μονομάχων καταγώγια ἀνοίξας ἐξήγαγε τοῖς οἰκείοις ὅπλοις ἕκαστον ἐξηρτυμένον. ὅσα τε ἦν ἐν οἰκίαις ἢ ἐργαστηρίοις δόρατα ἢ ξίφη πελέκεις τε, πάντα διηρπάζετο. ὅ τε δῆμος ἐνθουσιῶν πᾶν τὸ ἐμπῖπτον ὕλης ἀξιομάχου ἐργαλεῖον ὅπλον ἐποιεῖτο. ἀθροισθέντες οὖν ἐπῆλθον τῷ στρατοπέδῳ, καὶ ὡς πολιορκήσοντες αὐτὸ δῆθεν προσέβαλλόν τε ταῖς πύλαις καὶ τοῖς τείχεσιν. οἱ δὲ στρατιῶται μετὰ πολλῆς ἐμπειρίας ὡπλισμένοι . . τε τὰς ἐπάλξεις καὶ τὰς ἀσπίδας, τόξοις τε αὐτοὺς βάλλοντες καὶ δόρασι μακροῖς ἀπείργοντες