Ancient Greek
Book 7, Chapter 11
Herodian, Ab excessu divi Marci 7.11.9
Not analysed yet
τοῦ τείχους ἀπεδίωκον. ὡς δὲ καμὼν ὁ δῆμος οἵ τε μονομάχοι τιτρωσκόμενοι ἤδη καὶ ἑσπέρας προσιούσης ἀπελθεῖν ἠθέλησαν, θεασάμενοι αὐτοὺς οἱ στρατιῶται ἀπεστραμμένους καὶ τὰ νῶτα δεδωκότας ἀπιόντας τε ἀμελέστερον, οἰομένους μὴ τολμήσειν ἐπεξελθεῖν ὀλίγους πλήθει τοσούτῳ, ἀνοίξαντες αἰφνιδίως τὰς πύλας ἐπέδραμον τῷ δήμῳ, καὶ τούς τε μονομάχους ἀπέκτειναν, τοῦ τε δήμου μέγα τι πλῆθος ἀπώλετο ὠθούμενον. οἳ δὲ τοσοῦτον διώξαντες ὅσον μὴ πολύ τι τοῦ στρατοπέδου ἀποστῆναι, πάλιν ἐπανῆλθον ἐντός τε τοῦ τείχους ἔμενον.