Ancient Greek · ~2 min
7.4.4 to 7.4.5
Herodian, Ab excessu divi Marci 7.4.4-5
Not analysed yet
ἀγρῶν οἰκέτας, ξύλα τε καὶ πελέκεις ἐπιφέρεσθαι. οἳ δὲ πεισθέντες κελεύουσι τοῖς δεσπόταις πρὸ τῆς ἕω συνῆλθον ἐς τὴν πόλιν, κρύπτοντες ὑπὸ ταῖς ἐσθῆσιν ἃ ἔφερον αὐτοσχεδίου πολέμου ὅπλα. μέγα δέ τι πλῆθος ἠθροίσθη: φύσει γὰρ πολυάνθρωπος οὖσα ἡ Λιβύη πολλοὺς εἶχε τοὺς τὴν γῆν γεωργοῦντας. ἅμα δὲ τῷ παραδραμεῖν τὸ περίορθρον προελθόντες οἱ νεανίσκοι τὸ μὲν πλῆθος τῶν οἰκετῶν κελεύουσιν αὑτοῖς ἕπεσθαι ὡς ὄντας μέρος τοῦ λοιποῦ ὄχλου, προστάξαντες τότε ἀποκαλύπτειν ἃ ἔφερον ὅπλα καὶ γενναίως ἀνθεστάναι, εἴ τινες ἢ στρατιωτῶν ἢ δημοτῶν