Ancient Greek · ~2 min
Book 7, Chapter 4
Herodian, Ab excessu divi Marci 7.4.6
Not analysed yet
αὐτοῖς ἐπίοιεν ἔκδικοι τοῦ γενησομένου ἔργου: αὐτοὶ δὲ λαβόντες ἐγχειρίδια ὑποκόλπια προσίασι τῷ ἐπιτρόπῳ ὡς δὴ περὶ τῆς ἀποδόσεως τῶν χρημάτων διαλεξόμενοι, προσπεσόντες τε αἰφνιδίως οὐ προσδοκῶντα παίσαντες φονεύουσι. τῶν δὲ περὶ αὐτὸν στρατιωτῶν γυμνωσάντων τὰ ξίφη τῷ τε φόνῳ ἐπεξελθεῖν θελόντων, οἱ ἐκ τῶν ἀγρῶν κατεληλυθότες προβαλόμενοι τά τε ξύλα καὶ τοὺς πελέκεις, ὑπερμαχόμενοι τῶν δεσποτῶν, τοὺς ἀνθεστῶτας ῥᾳδίως