Ancient Greek
8.1.1 to 8.1.3
Herodian, Ab excessu divi Marci 8.1.1-3
Not analysed yet
Τὰ μὲν δὴ Μαξιμίνῳ πραχθέντα μετὰ τὴν Γορδιανοῦ τελευτήν, ἥ τε εἰς Ἰταλίαν ἄφιξις αὐτοῦ, Λιβύης τε ἀπόστασις καὶ ἡ ἐν Ῥώμῃ τῶν στρατιωτῶν πρὸς τὸν δῆμον διαφορὰ ἐν τοῖς πρὸ τούτων λέλεκται: ὁ δὲ Μαξιμῖνος ἐπιστὰς τοῖς ὅροις προύπεμψε σκοποὺς τοὺς ἐρευνήσοντας μή τινες ἐνέδραι ἐν κοιλάσιν ὀρῶν ἢ λόχμαις ὕλαις τε κρύφιοι εἶεν. αὐτός τε καταγαγὼν ἐς τὸ πεδίον τὸν στρατόν, τὰς μὲν τῶν ὁπλιτῶν φάλαγγας ἐς τετράγωνα ἔταξε σχήματα, ἐπιμήκεις μᾶλλον ἢ βαθείας, ὡς ἂν πλεῖστον τοῦ πεδίου διαλάβοιεν: τὰ δὲ σκευοφόρα πάντα κτήνη τε καὶ ὀχήματα ἐν μέσῳ τάξας, αὐτὸς ἅμα τοῖς δορυφόροις ὀπισθοφυλακῶν εἵπετο. ἑκατέρωθεν δὲ παρέθεον αἵ τε τῶν καταφράκτων ἱππέων ἶλαι καὶ Μαυρούσιοι ἀκοντισταὶ τοξόται τε οἱ ἀπὸ τῆς ἀνατολῆς. καὶ Γερμανῶν ἱππέων μέγα τι πλῆθος ἐπήγετο συμμάχους: ἐκείνους γὰρ μάλιστα προυβάλλετο, ἵν̓ ἐκδέχωνται τῶν πολεμίων τὰς πρώτας ἐμβολάς, θυμοειδεῖς ὄντες καὶ εὔτολμοι ἐν ἀρχομένῃ μάχῃ, εἰ δ̓ ἄρα καὶ κινδυνεύειν