Ancient Greek
Book 8, Chapter 1
Herodian, Ab excessu divi Marci 8.1.4
Not analysed yet
δέοι, εὐκαταφρόνητοι ὡς βάρβαροι. ὡς δὲ πᾶν τὸ πεδίον διῆλθεν ὁ στρατὸς μετ̓ εὐκοσμίας τε καὶ εὐταξίας, ἐπέστησαν πρώτῃ Ἰταλίας πόλει ἣν καλοῦσιν Ἡμᾶν οἱ ἐπιχώριοι: πρόκειται δὲ αὕτη ἐπ’ ἀκροτάτῳ πεδίῳ ἱδρυμένη πρὸ τῆς ὑπωρείας τῶν Ἄλπεων. ἔνθα ὑπαντώμενοι τῷ Μαξιμίνῳ οἱ προφύλακες καὶ σκοποὶ τοῦ στρατοῦ ἤγγειλαν κενὴν ἀνθρώπων εἶναι τὴν πόλιν, πανδημεί τε πεφευγέναι ἐμπρήσαντας τὰς θύρας ἱερῶν τε καὶ οἰκιῶν, πάντα τε, ὅσα ἦν ἐν τῇ πόλει ἢ τοῖς ἀγροῖς, ἃ μὲν ἐκφορήσαντας ἃ δὲ καταπρήσαντας, καὶ μήτε ὑποζυγίοις μήτε ἀνθρώποις καταλελεῖφθαι