Ancient Greek · ~1 min
Book 8, Chapter 2
Herodian, Ab excessu divi Marci 8.2.1
Not analysed yet
τεκμαιρόμενοι τὴν φύσιν. ὡς δὲ διέβησαν ἀκωλύτως μηδενὸς ἐμποδὼν γενομένου, καταβαίνοντες ἐς τὸ ἰσόπεδον ἤδη ἀνεθάρρησάν τε καὶ ἐπαιάνισαν: ῥᾷστά τε αὑτῷ πάντα προχωρήσειν ὁ Μαξιμῖνος ἤλπισεν Ἰταλῶν μηδὲ ταῖς δυσχωρίαις τεθαρρηκότων, ἔνθα ἢ κρύπτειν ἑαυτοὺς καὶ σώζειν ἠδύναντο ἢ δἰ ἐνέδρας ἐπιβουλεῦσαι, μάχεσθαί τε ἄνωθεν ἐξ ὑπερκειμένων