Ancient Greek · ~2 min
Book 8, Chapter 2
Herodian, Ab excessu divi Marci 8.2.2
Not analysed yet
χωρίων. γενομένων δὲ αὐτῶν ἐν τῷ πεδίῳ, οἱ σκοποὶ ἀπήγγειλαν πόλιν Ἰταλίας τὴν μεγίστην, Ἀκυληίαν δὲ καλουμένην, κεκλεῖσθαι, τὰς δὲ προπεμφθείσας φάλαγγας τῶν Παιόνων προθύμως μὲν τειχομαχῆσαι, πολλάκις δὲ προσβαλούσας ἀνύειν οὐδέν, ἀπαγορεύειν δὲ καὶ ἀναχωρεῖν βαλλομένους λίθοις τε καὶ δόρασι τόξων τε πλήθει. ὁ δὲ Μαξιμῖνος ἀγανακτήσας πρὸς τοὺς στρατηγοὺς τῶν Παιόνων ὡς ἀμελέστερον μαχομένους, αὐτὸς σὺν τῷ στρατῷ ἠπείγετο, ἐλπίζων ῥᾷστα αἱρήσειν τὴν πόλιν.