Ancient Greek · ~3 min
8.3.5 to 8.3.6
Herodian, Ab excessu divi Marci 8.3.5-6
Not analysed yet
ἀμφιβόλῳ τύχῃ: πολλάκις γὰρ καὶ ὀλίγοι πλειόνων περιεγένοντο, καὶ δοκοῦντες ἀσθενέστεροι καθεῖλον τοὺς ἐν ὑπολήψει ἀνδρείας μείζονος: μηδ̓ ἐκπλήττεσθαι τῷ πλήθει τοῦ στρατοῦ. οἱ μὲν γὰρ ὑπὲρ ἄλλου μαχόμενοι καὶ τῆς παῤ ἑτέρῳ ἐσομένης εὐδαιμονίας, εἴπερ γένοιτο, μετριάζουσιν ἐν τῷ προθύμῳ τῆς μάχης, εἰδότες ὡς τῶν μὲν κινδύνων αὐτοὶ μεθέξουσι, τὰ δὲ μέγιστα καὶ κορυφαῖα τῆς νίκης ἄλλος καρπώσεται: τοῖς δὲ ὑπὲρ τῆς πατρίδος μαχομένοις καὶ παρὰ τῶν θεῶν ἐλπίδες κρείττους, ἐπειδὴ οὐ τὰ ἄλλων λαβεῖν ἀλλὰ τὰ αὑτῶν σώζειν εὔχονται. τό τε ἐς τὰς μάχας πρόθυμον οὐκ ἐξ ἄλλου κελεύσεως ἀλλ̓ ἐξ οἰκείας ἀνάγκης ἔχουσιν, ἐπεὶ καὶ τῆς νίκης πᾶς ὁ