Ancient Greek · ~2 min
Book 8, Chapter 3
Herodian, Ab excessu divi Marci 8.3.7
Not analysed yet
καρπὸς αὐτοῖς περιγίνεται. τοιαῦτά τινα λέγων ὁ Κρισπῖνος καὶ πρὸς ἑκάστους καὶ κοινῇ, φύσει μὲν καὶ ἄλλως αἰδέσιμος ὤν, ἔν τε τῇ Ῥωμαίων φωνῇ εὐπρόσφορος ἐν λόγοις, ἐπιεικῶς τε αὐτῶν προεστώς, ἔπεισε μένειν ἐν τοῖς προκειμένοις, τούς τε πρέσβεις ἀπράκτους ἀπιέναι ἐκέλευσεν. ἐλέγετο δὲ τῇ ἐνστάσει τοῦ πολέμου ἐμμεμενηκέναι πολλῶν ἔνδον ὄντων περὶ θυτικήν τε καὶ ἡπατοσκοπίαν ἐμπείρων, τά τε ἱερὰ αἴσια ἀπαγγελλόντων: μάλιστα γὰρ τῇ σκέψει