Ancient Greek · ~2 min
8.5.1 to 8.5.2
Herodian, Ab excessu divi Marci 8.5.1-2
Not analysed yet
τῶν μὲν οὖν πρώτων ἡμερῶν ἀντίπαλός πως καὶ ἰσόρροπος ἔμενεν ἡ τύχη τῆς μάχης: χρόνου δὲ ἐγγινομένου ὅ τε στρατὸς τοῦ Μαξιμίνου ὀκνηρὸς ἐγίνετο, καὶ πταίων τῆς ἐλπίδος ἀθύμως διέκειτο: οὓς γὰρ ἠλπίκεσαν μηδεμίαν ὑπομενεῖν προσβολήν, τούτους εὕρισκον οὐκ ἀντέχοντας μόνον ἀλλὰ καὶ ἀνθεστῶτας. οἱ δὲ Ἀκυλήσιοι ἐπερρώννυντό τε καὶ πάσης ἐνεπίμπλαντο προθυμίας, τῇ τε συνεχείᾳ τῆς μάχης πεῖραν καὶ θάρσος ὁμοῦ προσλαμβάνοντες κατεφρόνουν τῶν στρατιωτῶν, ὡς καὶ ἀποσκώπτειν ἐς αὐτούς, ἐνυβρίζειν τε τῷ Μαξιμίνῳ περινοστοῦντι, ἔς τε αὐτὸν καὶ τὸν παῖδα ἀπορρίπτειν δυσφήμους καὶ αἰσχρὰς βλασφημίας, ἐφ̓ αἷς ἐκεῖνος κινούμενος