Ancient Greek
Book 8, Chapter 5
Herodian, Ab excessu divi Marci 8.5.3
Not analysed yet
ὀργῆς μᾶλλον ἐνεπίμπλατο. χρῆσθαι δὲ κατὰ τῶν πολεμίων οὐ δυνάμενος, ἐκόλαζε τοὺς πλείστους τῶν ἡγουμένων τῶν ἰδίων στρατιωτῶν ὡς ἀνάνδρως καὶ ῥᾳθύμως προσφερομένους τῇ τειχομαχίᾳ. ὅθεν αὐτῷ περιεγένετο πρὸς μὲν τῶν οἰκείων μῖσός τε καὶ ὀργή, παρὰ δὲ τῶν ἀντιπάλων πλείων ἡ καταφρόνησις. συνέβαινε δὲ τοῖς Ἀκυλησίοις πάντα ὑπάρχειν ἔκπλεα καὶ ἐπιτηδείων ἀφθονίαν, ἐκ πολλῆς παρασκευῆς ἐς τὴν πόλιν πάντων σεσωρευμένων ὅσα ἦν ἀνθρώποις καὶ κτήνεσιν ἐς τροφὰς καὶ ποτὰ ἐπιτήδεια: ὁ δὲ στρατὸς πάντων ἦν ἐν σπάνει, τῶν τε καρποφόρων δένδρων ἐκκεκομμένων καὶ τῆς γῆς ὑπ’