Ancient Greek · ~2 min
Book 8, Chapter 6
Herodian, Ab excessu divi Marci 8.6.4
Not analysed yet
καὶ ἀκμάζουσα. ὅθεν καὶ μᾶλλον ἐξεπλάγη ὁ στρατός, συνεὶς ὅτι τοῖς μὲν πάντα αὐτάρκη ἦν, εἰ καὶ ἐπὶ πλέον πολιορκοῖντο, αὐτοὶ δὲ ἐν σπάνει πάντων τῶν ἐπιτηδείων θᾶττον ἂν διεφθάρησαν ἢ εἷλον πάντα ἔχουσαν πόλιν. ὁ δὲ στρατὸς ἔμενε παρὰ τοῖς τείχεσιν, ἔχων τὰ χρειώδη, ἅπερ ἀπὸ τῶν τειχῶν ἐλάμβανον, ὅσα ἕκαστος ἐβούλετο: διελέγοντό τε ἀλλήλοις. καὶ ἦν εἰρήνης μὲν καὶ φιλίας διάθεσις, σχῆμα δὲ ἔτι πολιορκίας, τῶν τειχῶν κεκλεισμένων καὶ τοῦ στρατοῦ περὶ αὐτὰ διαιτωμένου.